Opdracht bij les 23 van Argo, r. 10 t/m 20
Ἀλλ᾽ οὗτοι οἱ ναῦται κακοὶ ἦσαν·
ἐπεὶ γὰρ τὸν λιμένα ἔλιπον,
τὸν Ἀρίονα μὲν πάντα τὰ χρήματα ἀφελεῖν ἠθέλησαν,
αὐτὸν δὲ τὸν ἄθλιον ἄνδρα εἰς τὴν βαθεῖαν θάλατταν ῥίπτειν.
Ὁ δὲ σοφὸς Ἀρίων τὴν βαρεῖαν τύχην ἔγνω.
Ἱκέτευσεν οὖν τοὺς ναύτας ·
« Ἆρ᾽ οὐ πρῶτον τοῦ ἀρίστου κιθαρῳδοῦ πάσης τῆς Ἑλλάδος ἀκοῦσαι ἐθέλετε;»
Ἔπεισε δὲ τοὺς ναύτας πάντας
καὶ ἐν πάσῃ τῇ σκευῇ πρῶτον μὲν ᾖδεν ὕμνον ἡδὺν τῷ Ἀπόλλωνι,
μετὰ δὲ τὸν ὕμνον αὐτίκα ἑκὼν ἑαυτὸν ἐκ τοῦ πλοίου ἔρριψεν.